Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.11 Joseph. AJ 5.15 (English) >>Joseph. AJ 5.19

5.13οἱ δὲ καὶ τῶν παρόντων αὐτῇ χάριν ἔχειν ὡμολόγουν καὶ περὶ τῶν αὖθις ὤμνυον ἔργῳ τὴν ἀμοιβὴν ἀποδώσειν· ἡνίκα δʼ ἂν αἴσθηται μελλούσης ἁλίσκεσθαι τῆς πόλεως, συνεβούλευον κτῆσίν τε τὴν αὐτῆς καὶ τοὺς οἰκείους ἅπαντας εἰς τὸ καταγώγιον ἀποθεμένην ἐγκαθεῖρξαι πρὸ τῶν θυρῶν ἀνατείνασαν φοινικίδας, ὅπως εἰδὼς τὴν οἰκίαν στρατηγὸς φυλάττηται κακῶς ποιεῖν· 5.14μηνύσομεν γὰρ αὐτῷ, ἔφασαν, διὰ τὸ σὸν σώζεσθαι πρόθυμον. εἰ δέ τις ἐν τῇ μάχῃ πέσοι τῶν σῶν, σύ τε οὐκ ἂν ἡμῖν ἐπενέγκοις αἰτίαν καὶ τὸν θεὸν ὃν ὀμωμόκαμεν παραιτούμεθα μηδὲν ὡς ἐπὶ παραβαίνουσι τοὺς ὅρκους δυσχερᾶναι.” 5.15 καὶ οἱ μὲν ταῦτα συνθέμενοι ἐχώρουν διὰ τοῦ τείχους καθιμήσαντες ἑαυτούς, καὶ διασωθέντες πρὸς τοὺς οἰκείους ἐδήλωσαν ὅσα πράξαντες ἐπὶ τῆς πόλεως ἧκον· Ἰησοῦς δὲ τῷ ἀρχιερεῖ Ἐλεαζάρῳ καὶ τῇ γερουσίᾳ φράζει τὰ τοῖς σκοποῖς ὁμοθέντα πρὸς τὴν Ῥαάβην· οἱ δʼ ἐπεκύρουν τὸν ὅρκον. 5.16

Δεδιότος δὲ τοῦ στρατοῦ τὴν διάβασιν, μέγας γὰρ ἦν ποταμὸς τῷ ῥεύματι καὶ οὔτε γεφύραις πορευτός, οὐ γὰρ ἔζευκτο τὸ πρότερον, βουλομένους τε γεφυροῦν οὐχ ἕξειν σχολὴν παρὰ τῶν πολεμίων ὑπελάμβανον πορθμείων τε μὴ τυγχανόντων, διαβατὸν αὐτοῖς θεὸς ἐπαγγέλλεται ποιήσειν τὸν ποταμὸν μειώσας αὐτοῦ τὸ πλῆθος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.11 Joseph. AJ 5.15 (English) >>Joseph. AJ 5.19

Powered by PhiloLogic